ΠΡΟΣΕΥΧΗ ΣΤΗΝ ΠΡΟΣΒΟΛΗ ΚΑΚΩΝ ΛΟΓΙΣΜΩΝ
( Ὅσιος Νεῖλος τοῦ Σόρσκυ )
“Τὸν διεσκορπισμένον μου νοῦν συνάγαγε, Κύριε,
καὶ τὴν χερσωθεῖσαν μου καρδίαν καθάρισον,
ὡς τῷ Πέτρῳ δὸς μοι μετάνοιαν, ὡς τῷ τελώνῃ στεναγμόν,
ὡς τῇ πόρνῃ δάκρυα,
ἵνα κραυγάζω σοι,
βοήθει μοι, ἐκ τῶν ρυπαρῶν λογισμῶν ρῦσαι με,
ὅτι ὡς κύματα θαλάσσης ἐπανέστησαν ἐπ᾽ ἐμὲ αἱ ἀνομίαι μου,
ὡς σκάφος ἐν πελάγει χειμάζομαι ὑπὸ τῶν λογισμῶν μου,
ἀλλ᾽ εἰς εὔδιον λιμένα ὁδήγησόν με, Κύριε,
διὰ τῆς μετανοίας καὶ σῶσον με.
Σφοδρῶς γὰρ θλίβομαι διὰ τὴν ἀσθένειαν τοῦ νοός μου,
ὡς μὴ θέλων πάσχω τὴν ἀκούσιον πρὸς τὴν ἀλήθειαν ἀλλοίωσιν.
Διό κράζω σοι, Θεαρχικὴ Τριὰς Ἁγία, βοήθει μοι,
ἐν τῇ στάσει τῶν ἀγαθῶν κατάταξόν μοι”.
Ἁγία Τριάς ἐλέησον ἡμᾶς! |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου