Χριστός ἐτέχθη
Ἦλθες Κύριε
ΗΛΘΕΣ ἡ ἀνάκλασις πάντων, ὁ ἱλασμός, τὸ φῶς, ἡ
παντελὴς ἀπολύτρωσις ἡμῶν, ὁ θησαυρὸς ὁ ἀτίμητος, ὁ ἐν σπηλαίῳ
ἀποκρυβείς, ἐκεῖθεν δὲ εἰς τὰς καρδίας ἡμῶν μετατιθέμενος, τὴν ἐσχατιὰν
ἡμῶν πλουτίζων.
ΗΛΘΕΣ ὡς ὄμβρος ἐπουράνιος τῇ γῇ ἀποστάζων, ὅπως ἀρδεύσας τὸ πρόσωπον αὐτῆς ἐκπλύνῃς ταύτην ἐκ τῆς ἀρχαίας ἀρᾶς.
ΗΛΘΕΣ χειμῶνα ἄθεον ἀποσκεδάζων καὶ ἄνοιξιν πνευματικὴν δωρούμενος, τὸν κόσμον χαρᾶς πληροῖς ἐν πνεύματι.
ΗΛΘΕΣ, ὦ Βασιλεῦ τῆς δόξης, τῇ οἰκουμένῃ δωρήσασθαι εἰρήνην ὑπέλγοδον, καὶ τὸν πολέμιον ἄρχοντα τοῦ σκότους χειρωσάμενος ἑλεῖν.
ΗΛΘΕΣ, ἵνα τοὺς πάντας σώσῃς βροτούς, οἱ ἀνυμνοῦντες οἶκτον Σου τὸ θεῖον καὶ ἄρρητον, ναοὶ ἐν χάριτί Σου ἀναδείκνυνται.
ΗΛΘΕΣ χάριν ἀντὶ χάριτος παρασχεῖν καὶ σῶσαι τὴν ἐν ἡμῖν θείαν εἰκόνα καὶ ταύτην ἀφθατίσαι.
ΗΛΘΕΣ τὴν τῶν ἀνθρώπων φύσιν τῇ ἀρχαίᾳ κατάρᾳ φθαρεῖσαν καὶ κακῶν καὶ θλίψεων καὶ ὀδυνῶν καὶ φθορᾶς θῦμα γενομένην ἐλευθερῶσαι.
ΗΛΘΕΣ ἐκ Παρθένου ὁ ἄδυτος ἥλιος ἀνίσχειν ἐπειγόμενος καὶ φωτίσαι θέλων ἅπασαν τὴν οἰκουμένην.
ΗΛΘΕΣ ὁ ἐν φάντῃ ζώων ἀλόνων ἀνακλινόμενος τὴν ἐμὴν παθῶν λῦσαι ἀλονίαν.
ΗΛΘΕΣ καὶ ἐσπαργανώθης αὐτὸς δεσμούμενος, ὅπως ἀπορρήξῃς τὰς σειρὰς τῶν δεσμῶν τῶν πταισμάτων μου, ὅθεν ὑμνῶ καὶ δοξάζω Σε.
ΗΛΘΕΣ ἐκ Κόρης ἁγνῆς γεννώμενος ἅπαν τὸ γένος τῶν βροτῶν ἀθανατίσαι θέλων, λύων τὴν τῶν πρωτοπλάστων ἀρὰν καὶ ἔκπωσιν.
ΗΛΘΕΣ, ἀλλὰ πῶς δέξεταί Σε ἡ σμικροτάτη καρδία μου, γνώμῃ πτωχεύσασα, τὸν τὰ σύμπαντα πλουτίζοντα;
ΗΛΘΕΣ! Πῶς βλέψεταί Σε βροτῶν ἡ φύσις
σωματούμενον; Πάντως ὡς οἶδας, ὡς ἠθέλησας, καὶ ὡς ηὐδόκησας, εὔσπλαχνε
Κύριε. Δόξα σοι! Ἀμήν.
π. Εὐσέβιος Βίττης
www.imaik.gr